Δύο κείμενα για αρχάριους (από το αναγνωστικό του Ζούκη)


Ὁ πιστὸς φίλος.
Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων τρόπους4 γιγνώσκετε· οἱ μὲν γὰρ ἄπιστοι φίλοι οὐ μετέχουσι5 τοῦ κινδύνου, οἱ δὲ πιστοὶ συγκινδυνεύουσι τοῖς φίλοις. Πιστοῖς φίλοις μᾶλλον ἢ χρυσῷ καὶ ἀργύρῳ πιστεύομεν. Οἱ ἀγαθοὶ ἄνθρωποι καὶ ἐν κινδύνοις ἀεὶ ἀγαθὸν ἔχουσι θυμόν6· τῷ γὰρ θεῷ πιστεύουσιν. Ὧ φίλε, ὁ θεὸς τοὺς ἀγαθοὺς ἀνθρώπους οὐ λείπει. Πολλοὶ ἄνθρωποι τῷ πλούτῳ μᾶλλον ἢ τῷ θεῷ πιστεύουσι.

1. έχω εμπιστοσύνη   2. γνωρίζω   3. κόπος   4. χαρακτήρας  5. λαμβάνω μέρος  6. διάθεσις.


Ἀγησίλαος ἐν Ἀσίᾳ.
Ἀγησίλαος ἠξίου παρὰ τῶν στρατιωτῶν μὴ δηοῦν, μηδ᾽ἑρημοῦν τὴν Ασίαν·  ἐγίγνωσκε γὰρ ὅτι, ἐὰν ταύτην δῃῶσί καὶ ἐρημῶσιν, οὐχ ἕξουσι τὰ ἐπιτήδεια. Παρῂνει δὲ πᾶσι βοηθεῖν τοῖς ἀροῦσι τὴν χώραν, ἵνα οὕτω τὴν πρὸς τὴν γεωργίαν ἀγάπην δηλῶσιν. Εἰ δέ τινας ὁρῴη ἀδίκους πρὸς τοὺς γεωργοῦντας, τούτους ἰσχυρῶς ἐζημίου. «Δεῖ»⁴, ἔλεγε τοῖς στρατιώταις, «μὴ δουλοῦν, ἀλλ’ ἔργῳ ἐλευθεροῦν τοὺς Ἕλληνας· οὕτω γὰρ ἂν βεβαιοῖμεν τὴν πρὸς ἡμᾶς πίστιν τῶν Ἑλλήνων». Ἐπεμελεῖτο, δέ, ὅπως καὶ τὰ καταλελειμμένα παιδία συσκηνοῖεν, τοὺς δὲ γέροντας αἰχμαλώτους τιμῆς ἠξίου, ὥστε οἱ μανθάνοντες τοῦτο εὐμενεῖς αὐτῷ ἦσαν. Οὕτω κατώρθου ἄρχειν ἐν Ἀσίᾳ δι’ ἀγάπης μᾶλλον ἢ διὰ φόβου.

1. λεηλατώ   2. δοτικὴ πληθ. μετοχ. ενεστ. του ρήμ. ἀρόω-ῶ= οργώνω   3. τιμωρῶ   4. πρέπει.